Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.323 Joseph. AJ 17.327 (English) >>Joseph. AJ 17.332

17.325καὶ τοῦτο παρόρμημα ἦν αὐτῷ εἰς τὸ μεταποιεῖσθαι τῆς ἡγεμονίας. καὶ ὁμοπράγμονα παραλαβὼν ὁμόφυλον ἄνδρα, ἔμπειρον δὲ τῶν ἀμφὶ τὸ βασίλειον πονηρόν τε ἄλλως καὶ ταράξαι μεγάλα πράγματα φύσιν ἔχοντα καὶ τοιαύτης κακίας διδάσκαλον αὐτῷ γενόμενον, 17.326ἀπέφαινεν αὑτὸν Ἀλέξανδρον καὶ Ἡρώδου παῖδα ὄντα διακεκλεμμένον ὑπὸ τῶν ἀνελεῖν αὐτὸν ἐσταλμένων· κτείναντα γὰρ ἑτέρους, οἳ ἀπατήσειν ἔμελλον τοὺς θεωροῦντας, αὐτόν τε περιποιῆσαι καὶ τὸν ἀδελφὸν Ἀριστόβουλον. 17.327καὶ τούτοις αὐτός τε ἀνεπτέρωτο, καὶ τοὺς ἐντυγχάνοντας οὐκ ἀπήλλακτο ἀπατᾶν, ἀλλὰ Κρήτῃ προσενεχθεὶς Ἰουδαίων ὁπόσοις εἰς ὁμιλίαν ἀφίκετο ἐπηγάγετο εἰς πίστιν, καὶ χρημάτων εὐπορηθεὶς δόσει τῇ ἐκείνων ἐπὶ Μήλου διῆρεν. πολὺ πλέονα δὲ ἦν ἐντεῦθεν ὁπόσα αὐτῷ προσῄει χρήματα πίστει τῆς βασιλείου συγγενείας καὶ ἐλπίδι τοῦ ἀπολαβεῖν τὴν πάτριον ἀρχὴν καὶ ἀμείψασθαι τοὺς εὐεργέτας. 17.328ἐπὶ Ῥώμης ἠπείγετο παραπομπῇ τῶν ἰδιοξένων, καὶ Δικαιαρχείᾳ προσβαλὼν οὐκ ἠτύχει καὶ τοὺς τῇδε Ἰουδαίους ἀφʼ ὁμοίας ἀπάτης προσαγαγέσθαι, προσῄεσάν τε ὥσπερ βασιλεῖ οἵ τε ἄλλοι καὶ ὁπόσοις ξενία πρὸς Ἡρώδην καὶ εὔνοια ἦν. 17.329αἴτιον δὲ ἦν τῶν ἀνθρώπων τὸ ἡδονῇ δεχόμενον τοὺς λόγους σὺν τῷ φερεγγύῳ τῆς μορφῆς· καὶ γὰρ τοῖς πάνυ ὡμιληκόσιν Ἀλεξάνδρῳ πολὺ τὸ πιστὸν ἐνετίθει τοῦ μὴ οὐχ ἕτερος ἀλλʼ αὐτὸς εἶναι, καὶ πρὸς τοὺς πλησίον ὤμνυσαν,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.323 Joseph. AJ 17.327 (English) >>Joseph. AJ 17.332

Powered by PhiloLogic